Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 7.247 Joseph. AJ 7.251 (English) >>Joseph. AJ 7.256

7.250

Καὶ μεταξὺ ταῦτα λέγοντος τοῦ βασιλέως φανεὶς Ἀχιμᾶς προσκυνεῖ τὸν βασιλέα, καὶ πυθομένῳ περὶ τῆς μάχης νίκην εὐαγγελίζεται καὶ κράτος. ἐρομένῳ δʼ εἴ τι καὶ περὶ τοῦ παιδὸς ἔχοι λέγειν αὐτὸς μὲν ἔφασκεν εὐθὺς ὁρμῆσαι πρὸς αὐτὸν τῆς τροπῆς τῶν πολεμίων γενομένης, ἀκοῦσαι δὲ μεγάλης φωνῆς διωκόντων τὸν Ἀψάλωμον καὶ πλεῖον τούτου μηδὲν δεδυνῆσθαι μαθεῖν διὰ τὸ πεμφθέντα ὑπὸ Ἰωάβου δηλῶσαι τὴν νίκην ἐπείγεσθαι. 7.251παραγενομένου δὲ τοῦ Χουσὶ καὶ προσκυνήσαντος καὶ τὴν νίκην σημήναντος, περὶ τοῦ παιδὸς αὐτὸν ἀνέκρινεν. δʼἐχθροῖς, εἶπε, 7.252τοῖς σοῖς οἷα συμβέβηκεν Ἀψαλώμῳ γένοιτο.” οὗτος λόγος οὐδὲ τὴν ἐπὶ τῇ νίκῃ χαρὰν εἴασεν οὔτʼ αὐτῷ μεῖναι μεγίστην οὖσαν οὔτε τοῖς στρατιώταις· αὐτὸς μὲν γὰρ ἀναβὰς ἐπὶ τὸ ὑψηλότατον τῆς πόλεως ἀπεκλαίετο τὸν υἱὸν τυπτόμενος τὰ στέρνα καὶ τὴν κεφαλὴν σπαραττόμενος καὶ παντοίως αὑτὸν αἰκιζόμενος καὶτέκνον, ἐκβοῶν, εἴθε μοι τὸν θάνατον ἐπελθεῖν ἐγένετο καὶ ἅμα σοι τελευτῆσαι”· φύσει γὰρ ὢν φιλόστοργος πρὸς ἐκεῖνον μᾶλλον συμπαθῶς εἶχεν. 7.253 στρατιὰ δὲ καὶ Ἰώαβος ἀκούσαντες, ὅτι πενθεῖ τὸν υἱὸν οὕτως βασιλεύς, ᾐσχύνθησαν μετὰ τοῦ τῶν νενικηκότων σχήματος εἰσελθεῖν εἰς τὴν πόλιν, κατηφεῖς δὲ καὶ δεδακρυμένοι πάντες ὡς ἀφʼ ἥττης παρῆλθον.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 7.247 Joseph. AJ 7.251 (English) >>Joseph. AJ 7.256

Powered by PhiloLogic